Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.229 Joseph. AJ 16.235 (English) >>Joseph. AJ 16.240

16.233παραινοίη δʼ αὐτοῖς Ἡρώδην μὲν ἀπεγνωκέναι περιττὸν ἤδη τετυχηκότα καὶ τῷ γήρᾳ παρακάλυμμα τοῦ χρόνου ποιούμενον, μελαίνοντα τὰς τρίχας καὶ κλέπτοντα τὸν ἔλεγχον τῆς ἡλικίας· εἰ δʼ αὐτῷ προσέχοιεν τὸν νοῦν, περιγενομένης τῆς βασιλείας, ἣν καὶ μὴ βουλομένου τοῦ πατρὸς οὐκ ἄλλου τινὸς εἶναι, ταχὺ τὸν πρῶτον ἕξειν ἐν αὐτῇ τόπον· 16.234οὐ γὰρ μόνον διὰ τὸ γένος, ἀλλʼ ἤδη καὶ ταῖς παρασκευαῖς ἕτοιμον αὐτῷ τὸ κρατεῖν εἶναι· πολλοὶ μὲν γὰρ τῶν ἡγεμόνων, πολλοὶ δὲ τῶν φίλων συνεστᾶσιν οὐχὶ πονηροὶ πᾶν ὁτιοῦν καὶ δρᾶν καὶ πάσχειν. 16.235

Τούτων τῶν λόγων ἀκούσας Ἡρώδης ὅλος ἐγένετο τῆς ἐπηρείας καὶ τοῦ δέους, τὰ μὲν εἰς ὕβριν ῥηθέντα χαλεπῶς, τὰ δʼ εἰς ὑπόνοιαν οὐκ ἀκινδύνως ἐκλαβών, ὥστε καὶ μᾶλλον ἐξ ἀμφοτέρων ἠρεθίζετο καὶ πικρὸς ὢν ἐδεδοίκει, μὴ καί τι ταῖς ἀληθείαις συνέστηκεν ἐπʼ αὐτὸν ἰσχυρότερον φυλάξασθαι πρὸς ἐκεῖνον τὸν καιρόν. 16.236ἔνθεν οὐδʼ ἐκ φανεροῦ τὴν ἔρευναν ἐποιεῖτο, κατασκόπους δὲ τῶν ὑπονοουμένων διέπεμψεν. ὑποψία τε καὶ μίση πρὸς ἅπαντας ἦν, καὶ τὴν ὑπόνοιαν ἐπʼ ἀσφαλείᾳ λαμβάνων πολλὴν καὶ κατὰ τῶν οὐκ ἀξίων αὐτῇ χρώμενος διετέλει. 16.237πέρας τε οὐδὲν ἦν, ἀλλὰ μένειν οἱ νομιζόμενοι μᾶλλον ὡς ἂν καὶ μᾶλλον ἰσχύοντες ἐδόκουν αὐτῷ φοβεροί· τοῖς δʼ οἷς οὐκ ἦν συνήθεια πλείων ὀνομάσαι μόνον ἐδόκει, καὶ μέρος εὐθὺς ἀσφαλείας ἐδόκουν ἀπολλύμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.229 Joseph. AJ 16.235 (English) >>Joseph. AJ 16.240

Powered by PhiloLogic